πύματον ἀκρατὲς ἀπροσόμιλον γῆρας ἄφιλον

“blamed, weak, unsociable, friendless…” Oedipus Colognus 1225-1238 at Perseus Greek / English ;

μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον: τὸ δ᾽, ἐπεὶ φανῇ,
βῆναι κεῖθεν ὅθεν περ ἥκει,
πολὺ δεύτερον, ὡς τάχιστα.
ὡς εὖτ᾽ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον,
τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;
φθόνος, στάσεις, ἔρις, μάχαι
καὶ φόνοι: τό τε κατάμεμπτον ἐπιλέλογχε
πύματον ἀκρατὲς ἀπροσόμιλον
γῆρας ἄφιλον, ἵνα πρόπαντα
κακὰ κακῶν ξυνοικεῖ.

The notes to this passage are very helpful in revealing that Sophocles seems to have been influenced by this passage from Theognis:

“πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,
μηδ᾽ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
φύντα δ᾽ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι
καὶ κεῖσθαι πολλὴν γῆν ἐπιεσσάμενον”


%d bloggers like this: