An excerpt from the Theophrastus book “Characters”, this concerns the dissimulating character [Perseus] [English]. “Hearing something he pretends not to, and claims not to have seen what he’s seen; and having previously agreed now doesn’t recall… “:
καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑορακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι: καὶ τὰ μὲν σκέψασθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δ᾽ ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι: ‘οὐ πιστεύω᾽, ‘οὐχ ὑπολαμβάνω᾽, ‘ἐκπλήττομαι᾽ καὶ ‘λέγεις αὐτὸν ἕτερον γεγονέναι: καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει᾽, ‘παράδοξόν μοι τὸ πρᾶγμα᾽, ‘ἄλλῳ τινὶ λέγε᾽, ‘ὅπως δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι᾽, ‘ἀλλ᾽ ὅρα, μὴ σὺ θᾶττον πιστεύεισ᾽.